Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 29.14 Dem. 29.18 (English) >>Dem. 29.21

29.16τούτων τοίνυν εἰσὶ μὲν πολλοὶ μάρτυρες, ἔτι δʼ οὐκ ἐλάττω τεκμήρια τῶν μαρτύρων. πρῶτον μὲν γάρ, εἴπερ ὡς ἀληθῶς ταῦτα μὴ ἐμαρτύρησεν, οὐκ ἂν νῦν ἔξαρνος ἦν, ἀλλὰ τότʼ εὐθὺς ἐπὶ τοῦ δικαστηρίου τῆς μαρτυρίας ἀναγιγνωσκομένης, ἡνίκα μᾶλλον ἂν αὐτὸν νῦν ὠφέλει. δεύτερον δʼ οὐκ ἂν ἡσυχίαν ἦγεν, ἀλλὰ δίκην ἄν μοι βλάβης ἔλαχεν, εἰ ψευδομαρτυρίων ὑπόδικον αὐτὸν ἐποίουν κατὰ τἀδελφοῦ οὐ προσῆκον, ἐν καὶ περὶ χρημάτων καὶ περὶ ἀτιμίας ἄνθρωποι κινδυνεύουσιν. 29.17ἔτι δὲ τὸ πρᾶγμʼ ἂν ἐξελέγξαι ζητῶν, ἐξῄτησεν ἄν με τὸν παῖδα τὸν γράφοντα τὰς μαρτυρίας, ἵνʼ εἰ μὴ παρεδίδουν, μηδὲν δίκαιον λέγειν ἐδόκουν. νῦν δὲ τοσούτου ποιῆσαί τι τούτων ἐδέησεν, ὥστʼ οὐδʼ ἐμοῦ παραδιδόντος, ἐπειδὴ ταῦτʼ ἔξαρνος ἐγένεθʼ οὗτος, παραλαβεῖν ἠθέλησεν, ἀλλʼ ὁμοίως φαίνονται καὶ περὶ τούτων φεύγοντες τὰς βασάνους. 29.18καὶ ταῦθʼ ὡς ἀληθῆ λέγω, καὶ ἔν τε τοῖς μάρτυσιν μεμαρτυρηκὼς Αἴσιος οὐκ ἠρνήθη ταῦτʼ ἐπὶ τοῦ δικαστηρίου τούτῳ παρεστηκὼς τῆς μαρτυρίας ἀναγιγνωσκομένης, ἐμοῦ τʼ ἐκδιδόντος τὸν παῖδα περὶ ἁπάντων τούτων βασανίζειν αὐτοῖς οὐκ ἠθέλησε παραλαβεῖν, καθʼ ἕκαστον ὑμῖν παρέξομαι τοὺς μάρτυρας. καί μοι κάλει δεῦρʼ αὐτούς.Μάρτυρες

29.19 τοίνυν, ἄνδρες δικασταί, πάντων τῶν εἰρημένων οἶμαι μέγιστον ὑμῖν ἐρεῖν σημεῖον τοῦ ταῦτʼ ἀποκρίνασθαι τοῦτον, βούλομαι διελθεῖν. ἐπειδὴ γὰρ ἐξῄτει με τὸν ἄνθρωπον ταῦθʼ ὡμολογηκὼς μεμαρτύρηται, βουλόμενος καὶ τότʼ αὐτὸν ἐξελέγξαι τεχνάζοντα τί ποιῶ;



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 29.14 Dem. 29.18 (English) >>Dem. 29.21

Powered by PhiloLogic